ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΘΕΙΑΣ ΜΕΤΑΛΗΨΕΩΣ
Τὴν πρωΐαν μετὰ τὴν συνήθη Ἑωθινὴν Ἀκολουθίαν, λέγε· Τρισάγιον... Δόξα. Καὶ νῦν. Παναγία Τριάς... Κύριε, ἐλέησον (γ´) Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... Κύριε, ἐλέησον (ιβ´) Δόξα. Καὶ νῦν. Δεῦτε προσκυνήσωμεν... (γ´), καὶ τοὺς ἑπομένους Ψαλμούς· Ψαλμὸς ΚΒ´ (22) Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Ψαλμὸς ΚΓ´ (23) Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς· ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασ...